Loading…
Scrivener’s Textus Receptus (1881)
Restore columns
Exit Fullscreen

Chapter 1

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.

2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

3 πάντα δι ̓ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν.

4 ἐν αὐτῷ 1ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,

5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·

7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι ̓ αὐτοῦ.

8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ̓ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

9 ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον 2 ἐρχόμενον εἰς τὸν κόσμον.

10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι ̓ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

11 εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·

13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ ̓ ἐκ Θεοῦ ἐγεννήθησαν.

14 καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, (καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός), πλήρης χάριτος καὶ ἀληθείας.

15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων, Οὗτος ἦν ὃν εἶπον3, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.

16 καὶ4 ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·

17 ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

18 Θεὸν οὐδεὶς ἑώρακε πώποτε· 5 μονογενὴς υἱός6, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.

19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν 7οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;

20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.

21 καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.

22 εἶπον οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ;

23 ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.

24 καὶ οἱ8 ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.

25 καὶ ἠρώτησαν αὐτὸν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε9 Ἠλίας, οὔτε10 ὁ προφήτης;

26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης, λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ11 ὑμῶν ἕστηκεν12 ὃν ὑμεῖς οὐκ οἴδατε,

27 αὐτός ἐστιν13 ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν·14 οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.

28 ταῦτα ἐν Βηθαβαρᾶ15 ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης16 τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ί̓δε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

30 οὗτός ἐστι περὶ17 οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.

31 κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ ̓ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ18 ὕδατι βαπτίζων.

32 καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ19 περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ ̓ αὐτόν.

33 κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ ̓ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, Ἐφ ̓ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ ̓ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.

34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·

36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ί̓δε ὁ ἀμνὸς τοῦ Θεοῦ.

37 Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ20 λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

38 Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί (ὃ λέγεται ἑρμηνευόμενον21, Διδάσκαλε), ποῦ μένεις;

39 λέγει αὐτοῖς, Έ̓ρχεσθε καὶ ἴδετε22. ἦλθον 23καὶ εἶδον ποῦ μένει· καὶ παρ ̓ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. ὥρα δὲ24 ἦν ὡς δεκάτη.

40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.

41 εὑρίσκει οὗτος πρῶτος25 τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν, (ὅ ἐστι μεθερμηνευόμενον ο26 Χριστός.)

42 καὶ27 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ28· σὺ κληθήσῃ Κηφᾶς, (ὃ ἑρμηνεύεται Πέτρος.)

43 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς29 ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ, 30 Ἀκολούθει μοι.

44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, Ὸ̔ν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν31 υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.

46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος, Έ̓ρχου καὶ ἴδε.

47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ, Ί̓δε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.

48 λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.

49 ἀπεκρίθη 32Ναθαναήλ καὶ λέγει αὐτῷ33, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς34 τοῦ Ἰσραήλ.

50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ό̔τι εἶπόν σοι, 35εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.

51 καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ ̓ ἄρτι36 ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

TR1881

About Scrivener’s Textus Receptus (1881)

The Textus Receptus 1881 Greek text is the corresponding Greek text to the 1611 King James Version. The Scrivener text is a modified Beza 1598 Textus Receptus in which changes have been made to reflect the readings chosen by the KJV translators. Scrivener’s intent was to artificially create a Greek text that closely matched the translator-modified Textus Receptus text and the resulting English version. This is a useful text for comparison for those with proficiency in Greek.

Copyright

The underlying formatting and organization of the Scrivener's Greek Text is copyrighted material and may not be used outside the context of academic citations and journals without the express permission of the owner, Kirk DiVietro.

Support Info

scr

Table of Contents